Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.47 Joseph. AJ 11.52 (English) >>Joseph. AJ 11.56

11.50τόν τε γὰρ βασιλέα γυνὴ παρήγαγεν εἰς τὸ φῶς καὶ τοὺς φυτεύσαντας ἀμπέλους, αἳ ποιοῦσιν τὸν οἶνον, γυναῖκές εἰσιν αἱ τίκτουσαί τε καὶ τρέφουσαι, καθόλου δʼ οὐδέν ἐστιν, μὴ παρʼ αὐτῶν ἔχομεν· καὶ γὰρ τὰς ἐσθῆτας αὗται ὑφαίνουσιν ἡμῖν καὶ τὰ κατʼ οἶκον διὰ ταύτας ἐπιμελείας καὶ φυλακῆς ἀξιοῦται. 11.51καὶ οὐκ ἔστιν ἡμῖν ἀποζευχθῆναι γυναικῶν, ἀλλὰ χρυσὸν πολὺν κτησάμενοι καὶ ἄργυρον καὶ ἄλλο τι τῶν πολυτελῶν καὶ σπουδῆς ἀξίων, ὅταν ἴδωμεν εὔμορφον γυναῖκα, πάντα ἐκεῖνα ἀφέντες τῷ εἴδει τῆς ὁραθείσης προσκεχήναμεν καὶ ὑπομένομεν παραχωρῆσαι τῶν ὄντων ἡμῖν, ἵνα τοῦ κάλλους ἀπολαύσωμεν καὶ μεταλάβωμεν. 11.52ἐγκαταλείπομεν δὲ καὶ πατέρας καὶ μητέρας καὶ τὴν θρεψαμένην γῆν, καὶ τῶν φιλτάτων πολλάκις λήθην ἔχομεν διὰ τὰς γυναῖκας, καὶ τὰς ψυχὰς ἀφιέναι μετʼ αὐτῶν καρτεροῦμεν. οὕτως δʼ ἂν μάλιστα τὴν ἰσχὺν τῶν γυναικῶν κατανοήσαιτε· 11.53οὐχὶ πονοῦντες καὶ πᾶσαν ταλαιπωρίαν ὑπομένοντες καὶ διὰ γῆς καὶ διὰ θαλάττης, ὅταν ἡμῖν ἐκ τῶν πόνων περιγένηταί τινα, αὐτὰ φέροντες ὡς δεσποίναις ταῖς γυναιξὶν διδόαμεν; 11.54καὶ τὸν βασιλέα δὲ τὸν τοσούτων κύριον εἶδόν ποτε ὑπὸ τῆς Ῥαβεζάκου τοῦ Θεμασίου παιδὸς Ἀπάμης παλλακῆς δʼ αὐτοῦ ῥαπιζόμενον, καὶ τὸ διάδημα ἀφαιρουμένης καὶ τῇ ἰδίᾳ κεφαλῇ περιτιθείσης ἀνεχόμενον καὶ μειδιώσης μὲν μειδιῶντα ὀργιζομένης δὲ σκυθρωπάζοντα καὶ τῇ τῶν παθῶν μεταβολῇ κολακεύοντα τὴν γυναῖκα καὶ διαλλάττοντα ἐκ τοῦ σφόδρα ταπεινὸν αὑτὸν ποιεῖν, εἴ ποτε δυσχεραίνουσαν ἔβλεπεν.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.47 Joseph. AJ 11.52 (English) >>Joseph. AJ 11.56

Powered by PhiloLogic